Global Bible Tools

ReadHelpLog In

Language

Previous ChapterNext Chapter
Biblical Hebrew GPT
1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν, παρακαλῶ, ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός: 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ‹ἐπισκοποῦντες›, μὴ ἀναγκαστῶς, ἀλλὰ ἑκουσίως, κατὰ Θεόν; μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως; 3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4 καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις; πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε; ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ; 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8 Νήψατε; γρηγορήσατε; ὁ ἀντίδικος ὑμῶν, διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τινα καταπιεῖν, 9 ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ, ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ [Ἰησοῦ], ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει. 11 αὐτῷ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. 12 Διὰ Σιλουανοῦ, ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ -- ὡς λογίζομαι -- δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν στῆτε. 13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι, συνεκλεκτὴ; καὶ Μάρκος, ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν, τοῖς ἐν Χριστῷ. <Ἀμήν>