1 Χριστοῦ οὖν παθόντος σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε; ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας; 2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ, βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. 4 ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν, εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες, 5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας, καὶ νεκρούς. 6 εἰς τοῦτο γὰρ, καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί; ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. 7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν, καὶ νήψατε εἰς προσευχάς; 8 πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν; 9 φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμοῦ; 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. 11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ; εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος; 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ, χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι; ὅτι τὸ τῆς δόξης, καὶ τὸ τοῦ Θεοῦ, Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται; <κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται>. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος; 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω; δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. 17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ; εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ? 18 καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ (δὲ) ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται? 19 ὥστε καὶ, οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.