Global Bible Tools

ReadHelpLog In

Language

Previous ChapterNext Chapter
Biblical Hebrew GPT
1 Ὁ πρεσβύτερος, Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα. 5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ, ἐὰν ἐργάσῃ, εἰς τοὺς ἀδελφοὺς, καὶ τοῦτο ξένους; 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις, προπέμψας ἀξίως τοῦ Θεοῦ; 7 ὑπὲρ γὰρ τοῦ Ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ; ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν, Διοτρεφὴς, οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς; καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλομένους, κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν, ἐκ τοῦ Θεοῦ ἐστιν; ὁ κακοποιῶν, οὐχ ἑώρακεν τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας; καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν. 13 Πολλὰ εἶχον γράψαι σοι, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν; 14 ἐλπίζω δὲ εὐθέως, σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν. Εἰρήνη σοι. ἀσπάζονταί σε, οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα.