Global Bible Tools

ReadHelpLog In

Language

Previous ChapterNext Chapter
ReadingToolbar.gpt
1 Παρακαλῶ οὖν, πρῶτον πάντων, ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων; 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι; 3 τοῦτο καλὸν καὶ ἀπόδεκτον, ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων -- ἄνθρωπος Χριστὸς Ἰησοῦς -- 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, 7 εἰς ὃ ἐτέθην ἐγὼ, κῆρυξ καὶ ἀπόστολος-- ἀλήθειαν λέγω; οὐ ψεύδομαι-- διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. 8 Βούλομαι οὖν, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. 9 Ὡσαύτως ‹καὶ› γυναῖκας, ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης, κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, καὶ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. 11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ; 12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ; 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα; 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη; ἡ δὲ γυνὴ, ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.