1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. 2 λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος; ἰδοὺ νῦν ἡμέρα σωτηρίας. 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία. 4 ἀλλ’ ἐν παντὶ, συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις; 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ; 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ; διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν; 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας; ὡς πλάνοι, καὶ ἀληθεῖς; 9 ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι; ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ, ζῶμεν; ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι; 10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες; ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες; ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. 11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι; ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν; 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. 14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις; τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ? ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος? 15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ? ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου? 16 τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων? ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν, ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω; καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. 17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. κἀγὼ εἰσδέξομαι ὑμᾶς; 18 καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ.